Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.208 Joseph. AJ 11.213 (English) >>Joseph. AJ 11.217

11.211καὶ τιμωρήσασθαι θελήσας τὸν Μαρδοχαῖον αὐτὸν μὲν αἰτήσασθαι πρὸς κόλασιν παρὰ τοῦ βασιλέως μικρὸν ἡγήσατο, τὸ ἔθνος δὲ αὐτοῦ διέγνω πᾶν ἀφανίσαι· καὶ γὰρ φύσει τοῖς Ἰουδαίοις ἀπηχθάνετο, ὅτι καὶ τὸ γένος τῶν Ἀμαληκιτῶν, ἐξ ὧν ἦν αὐτός, ὑπʼ αὐτῶν διέφθαρτο. 11.212προσελθὼν οὖν τῷ βασιλεῖ κατηγόρει λέγων ἔθνος εἶναι πονηρόν, διεσπάρθαι δὲ τοῦτο κατὰ τῆς ὑπʼ αὐτοῦ βασιλευομένης οἰκουμένης, ἄμικτον ἀσύμφυλον οὔτε θρησκείαν τὴν αὐτὴν τοῖς ἄλλοις ἔχον οὔτε νόμοις χρώμενον ὁμοίοις, ἐχθρὸν δὲ καὶ τοῖς ἔθεσι καὶ τοῖς ἐπιτηδεύμασιν τῷ σῷ λαῷ καὶ ἅπασιν ἀνθρώποις. 11.213τοῦτο τὸ ἔθνος, εἴ τινα θέλεις τοῖς ὑπηκόοις εὐεργεσίαν καταθέσθαι, κελεύσεις πρόρριζον ἀπολέσθαι μηδέ τι αὐτοῦ λείψανον καταλιπεῖν μήτʼ εἰς δουλείαν τινῶν φυλαχθέντων μήτε αἰχμαλωσίᾳ. 11.214ἵνα μέντοι μὴ ζημιωθῇς τοὺς φόρους τοὺς παρʼ αὐτῶν γινομένους, ἐκ τῆς ἰδίας οὐσίας αὐτὸς ἐπηγγείλατο μυριάδας δώσειν ταλάντων ἀργυρίου τέσσαρας, ὅπου ἂν κελεύσῃ. ταῦτα δὲ τὰ χρήματα παρέχειν ἡδέως ἔλεγεν, ἵνʼ ἀπὸ τούτων εἰρηνευθῇ τῶν κακῶν βασιλεία. 11.215

Ταῦτα τοῦ Ἀμάνου ἀξιώσαντος βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε ποιεῖν αὐτοὺς τι βούλεται. τυχὼν δὲ ὧν ἐπεθύμει Ἀμάνης παραχρῆμα πέμπει διάταγμα ὡς τοῦ βασιλέως εἰς ἅπαντα τὰ ἔθνη περιέχον τοῦτον τὸν τρόπον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.208 Joseph. AJ 11.213 (English) >>Joseph. AJ 11.217

Powered by PhiloLogic